Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.13 Dem. 30.17 (English) >>Dem. 30.19

30.15δύο μὲν γάρ ἐστιν ἔτη τὰ μεταξὺ τοῦ συνοικῆσαί τε τὴν γυναῖκα καὶ φῆσαι τούτους πεποιῆσθαι τὴν ἀπόλειψιν· ἐγήματο μὲν γὰρ ἐπὶ Πολυζήλου ἄρχοντος σκιροφοριῶνος μηνός, δʼ ἀπόλειψις ἐγράφη ποσιδεῶνος μηνὸς ἐπὶ Τιμοκράτους· ἐγὼ δʼ εὐθέως μετὰ τοὺς γάμους δοκιμασθεὶς ἐνεκάλουν καὶ λόγον ἀπῄτουν, καὶ πάντων ἀποστερούμενος τὰς δίκας ἐλάγχανον ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος. 30.16 δὴ χρόνος οὗτος ὀφειλῆσαι μὲν ἐνδέχεται κατὰ τὰς ὁμολογίας, ἀποδοῦναι δʼ οὐκ ἔχει πίστιν. ὃς γὰρ διὰ ταῦτʼ ἐξ ἀρχῆς ὀφείλειν εἵλετο καὶ τόκον φέρειν, ἵνα μὴ κινδυνεύοι προὶξ μετὰ τῆς ἄλλης οὐσίας, πῶς οὗτος ἂν ἀπέδωκεν ἤδη τὴν δίκην φεύγοντος; ὃς εἰ καὶ τότʼ ἐπίστευσεν, τηνικαῦτʼ ἂν ἀπολαβεῖν ἐζήτησεν. οὐκ ἔνεστι δήπουθεν, ἄνδρες δικασταί. 30.17ἀλλὰ μὴν ὡς ἐγήματο μὲν γυνὴ καθʼ ὃν ἐγὼ λέγω χρόνον, ἀντίδικοι δʼ ἡμεῖς ἤδη πρὸς ἀλλήλους ἐν τῷ μεταξὺ χρόνῳ κατέστημεν, ὕστερον δʼ ἐγὼ τὴν δίκην ἔλαχον τὴν ἀπόλειψιν οὗτοι πρὸς τὸν ἄρχοντʼ ἀπεγράψαντο, λαβέ μοι καθʼ ἕκαστον ταύτας τὰς μαρτυρίας.Μαρτυρία

μετὰ τοίνυν τοῦτον τὸν ἄρχοντα Κηφισόδωρος, Χίων. ἐπὶ τούτων ἐνεκάλουν δοκιμασθείς, ἔλαχον δὲ τὴν δίκην ἐπὶ Τιμοκράτους. λαβὲ ταύτην τὴν μαρτυρίαν.Μαρτυρία



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 30.13 Dem. 30.17 (English) >>Dem. 30.19

Powered by PhiloLogic